Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.137 Joseph. AJ 15.143 (English) >>Joseph. AJ 15.148

15.141πῶς δʼ ἄν, εἰ καὶ γενναίους ἡγεῖταί τις αὐτούς, οὐ παρʼ αὐτὸ τοῦτο καὶ μᾶλλον ὁρμηθείη; τὸ γὰρ εὔψυχον οὐκ ἐν τῷ τοῖς ἀσθενεστέροις ἐπιχειρεῖν, ἀλλʼ ἐν τῷ δύνασθαι καὶ τῶν ἰσχυροτέρων κρατεῖν. 15.142εἰ δέ τινα καταπλήξεται τὰ οἰκεῖα πάθη καὶ τὰ περὶ τὸν σεισμὸν συμβεβηκότα, πρῶτον μὲν ἐννοηθήτω, διότι τοῦτʼ αὐτὸ καὶ τοὺς Ἄραβας ἐξαπατᾷ μείζω τὰ γενόμενα τῆς ἀληθείας ὑπειληφότας, ἔπειτα ὡς οὐ καλὸν ἐκείνοις τε τόλμης καὶ ἡμῖν δειλίας τὴν αὐτὴν αἰτίαν γενέσθαι· 15.143οἱ μὲν γὰρ οὐκ ἐξ οἰκείου τινὸς ἀγαθοῦ τὸ εὔψυχον ἔχουσιν, ἀλλʼ ἐκ τῆς περὶ ἡμᾶς ὡς κάμνοντας ἤδη τοῖς κακοῖς ἐλπίδος, ἡμεῖς δὲ χωρήσαντες ἐπʼ αὐτοὺς παραιρησόμεθα μὲν ἐκείνων τὸ μεῖζον φρονεῖν, ἀναληψόμεθα δʼ αὐτοὶ τὸ μηκέτι θαρροῦσιν μάχεσθαι. 15.144καὶ γὰρ οὔτε κεκακώμεθα τοσοῦτον οὔθʼ, ὅπερ οἴονταί τινες, ὀργὴν θεοῦ παρέχει τὸ γεγονός, ἀλλὰ ταῦτα συμπτώματα γίνεται καὶ πάθη τινά. καὶ εἰ κατὰ θεοῦ γνώμην πέπρακται, δῆλον ὡς καὶ πέπαυται κατὰ τὴν ἐκείνου γνώμην ἀρκουμένου τοῖς γεγονόσιν· βουλόμενος γὰρ ἔτι μᾶλλον ἀδικεῖν, οὐκ ἂν μετεβάλετο. 15.145τὸν δὲ πόλεμον ὅτι καὶ θέλει τοῦτον ἐνεργεῖσθαι καὶ δίκαιον οἶδεν, δεδήλωκεν αὐτός· ἐνίων γὰρ ἐν τῷ σεισμῷ περὶ τὴν χώραν ἀπολομένων οὐδεὶς οὐδὲν ἔπαθεν τῶν ἐν τοῖς ὅπλοις, ἀλλὰ πάντες ἐσώθητε, φανερὸν ποιοῦντος τοῦ θεοῦ, διότι κἂν εἰ πανδημεὶ μετὰ τέκνων καὶ γυναικῶν ἐστρατεύεσθε, περιῆν ἂν ὑμῖν μηδὲν ἀνήκεστον παθεῖν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.137 Joseph. AJ 15.143 (English) >>Joseph. AJ 15.148

Powered by PhiloLogic